Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.26 Joseph. AJ 18.31 (English) >>Joseph. AJ 18.36

18.29

Κωπωνίου δὲ τὴν Ἰουδαίαν διέποντος, ὃν ἔφην Κυρινίῳ συνεκπεμφθῆναι, τάδε πράσσεται. τῶν ἀζύμων τῆς ἑορτῆς ἀγομένης, ἣν πάσχα καλοῦμεν, ἐκ μέσης νυκτὸς ἐν ἔθει τοῖς ἱερεῦσιν ἦν ἀνοιγνύναι τοῦ ἱεροῦ τοὺς πυλῶνας. 18.30καὶ τότε οὖν ἐπεὶ τὸ πρῶτον γίνεται ἄνοιξις αὐτῶν, ἄνδρες Σαμαρεῖται κρύφα εἰς Ἱεροσόλυμα ἐλθόντες διάρριψιν ἀνθρωπείων ὀστῶν ἐν ταῖς στοαῖς καὶ διὰ παντὸς τοῦ ἱεροῦ ἤρξαντο μὴ πρότερον ἐπὶ τοιούτοις νομίζοντες τά τε ἄλλα διὰ φυλακῆς μείζονος ἦγον τὸ ἱερόν. 18.31καὶ Κωπώνιος μετʼ οὐ πολὺ εἰς Ῥώμην ἐπαναχωρεῖ, διάδοχος δʼ αὐτῷ τῆς ἀρχῆς παραγίνεται Μᾶρκος Ἀμβιβουχος, ἐφʼ οὗ καὶ Σαλώμη τοῦ βασιλέως Ἡρώδου ἀδελφὴ μεταστᾶσα Ἰουλίᾳ μὲν Ἰάμνειάν τε καταλείπει καὶ τὴν τοπαρχίαν πᾶσαν, τήν τʼ ἐν τῷ πεδίῳ Φασαηλίδα καὶ Ἀρχελαΐδα, ἔνθα φοινίκων πλείστη φύτευσις καὶ καρπὸς αὐτῶν ἄριστος. 18.32διαδέχεται δὲ καὶ τοῦτον Ἄννιος Ῥοῦφος, ἐφʼ οὗ δὴ καὶ τελευτᾷ Καῖσαρ, δεύτερος μὲν Ῥωμαίων αὐτοκράτωρ γενόμενος ἑπτὰ δὲ καὶ πεντήκοντα τῆς ἀρχῆς ἔτη, πρὸς οἷς μῆνες ἓξ ἡμέραι δυοῖν πλείονες, τούτου δὲ αὐτῷ τοῦ χρόνου δεκατέσσαρα ἔτη συνῆρξεν Ἀντώνιος, βιώσας ἔτη ἑβδομηκονταεπτά. 18.33διαδέχεται δὲ τῷ Καίσαρι τὴν ἡγεμονίαν Τιβέριος Νέρων γυναικὸς αὐτοῦ Ἰουλίας υἱὸς ὤν, τρίτος ἤδη οὗτος αὐτοκράτωρ, καὶ πεμπτὸς ὑπʼ αὐτοῦ παρῆν Ἰουδαίοις ἔπαρχος διάδοχος Ἀννίῳ Ῥούφῳ Οὐαλέριος Γρᾶτος·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.26 Joseph. AJ 18.31 (English) >>Joseph. AJ 18.36

Powered by PhiloLogic